Psalms 25

1
LXX: Psa.24:1
Ψαλμὸς τῷ Δαυιδ. Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, θεός μου.
2
LXX: Psa.24:2
ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου. οἱ ἐχθροί μου
3
LXX: Psa.24:3
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς.
4
LXX: Psa.24:4
τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με.
5
LXX: Psa.24:5
ὁδήγησόν με, ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἶ θεὸς σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
6
LXX: Psa.24:6
μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
7
LXX: Psa.24:7
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου, μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου κύριε.
8
LXX: Psa.24:8
χρηστὸς καὶ εὐθὴς κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
9
LXX: Psa.24:9
ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
10
LXX: Psa.24:10
πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
11
LXX: Psa.24:11
ἕνεκα τοῦ ὀνόματός σου, κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
12
LXX: Psa.24:12
τίς ἐστιν ἄνθρωπος φοβούμενος τὸν κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾑρετίσατο.
13
LXX: Psa.24:13
ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
14
LXX: Psa.24:14
κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν, [καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,] καὶ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
15
LXX: Psa.24:15
οἱ ὀφθαλμοί μου. διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου
16
LXX: Psa.24:16
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
17
LXX: Psa.24:17
αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
18
LXX: Psa.24:18
ἰδὲ τὴν ταπείνωσίν μου. καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου
19
LXX: Psa.24:19
ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.
20
LXX: Psa.24:20
φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
21
LXX: Psa.24:21
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε.
22
LXX: Psa.24:22
λύτρωσαι, θεός, τὸν Ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
Copyright information for LXX